Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.61.2 | Hdt. 9.62.3 (English) | >>Hdt. 9.64.2 |
9.62.1
ταῦτα δʼ ἔτι τούτου ἐπικαλεομένου προεξαναστάντες πρότεροι οἱ Τεγεῆται ἐχώρεον ἐς τοὺς βαρβάρους , καὶ τοῖσι Λακεδαιμονίοισι αὐτίκα μετὰ τὴν εὐχὴν τὴν Παυσανίεω ἐγίνετο θυομένοισι τὰ σφάγια χρηστά · ὡς δὲ χρόνῳ κοτὲ ἐγένετο , ἐχώρεον καὶ οὗτοι ἐπὶ τοὺς Πέρσας , καὶ οἱ Πέρσαι ἀντίοι τὰ τόξα μετέντες .
9.62.2 ἐγίνετο δὲ πρῶτον περὶ τὰ γέρρα μάχη . ὡς δὲ ταῦτα ἐπεπτώκεε , ἤδη ἐγίνετο ἡ μάχη ἰσχυρὴ παρʼ αὐτὸ τὸ Δημήτριον καὶ χρόνον ἐπὶ πολλόν , ἐς ὃ ἀπίκοντο ἐς ὠθισμόν · τὰ γὰρ δόρατα ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι .
9.62.3 λήματι μέν νυν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν οἱ Πέρσαι , ἄνοπλοι δὲ ἐόντες καὶ πρὸς ἀνεπιστήμονες ἦσαν καὶ οὐκ ὅμοιοι τοῖσι ἐναντίοισι σοφίην , προεξαΐσσοντες δὲ κατʼ ἕνα καὶ δέκα , καὶ πλεῦνές τε καὶ ἐλάσσονες συστρεφόμενοι , ἐσέπιπτον ἐς τοὺς Σπαρτιήτας καὶ διεφθείροντο .
ch. 63
9.63.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.61.2 | Hdt. 9.62.3 (English) | >>Hdt. 9.64.2 |